Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἀρετὴ μέγιστον τῶν ἐν ἀνθρώποις καλόν.
  1. τὸ μὴ εἰδέναι σε μηδὲν ὧν ἁμαρτάνεις,
  2. ἔκκαυμα τόλμης ἱκανόν ἐστι καὶ θράσους.
  1. τὸ δ’ ὠκὺ τοῦτο καὶ τὸ λαιψηρὸν φρενῶν
  2. εἰς συμφορὰν καθῆκε πολλὰ δὴ βροτούς.
  1. εὖ γὰρ τόδ’ ἴσθι, κεῖ σ’ ἐλάνθανεν πάρος,
  2. τὸ σκαιὸν εἶναι πρῶτ’ ἀμουσίαν ἔχει.
  1. φεῦ φεῦ, τὸ νικᾶν τἄνδιχ’ ὡς καλὸν γέρας,
  2. τὰ μὴ δίκαια δ’ ὡς ἀπανταχοῦ κακόν·
  3. καὶ γλῶσσα φλαύρα καὶ φθόνος τοῦ μὴ φθονεῖν
  4. ὅσῳ κάκιον μὴ καλῶς ὠγκωμένοις.
  1. δύστηνος ὅστις τὰ καλὰ καὶ ψευδῆ λέγων
  2. οὐ τοῖσδε χρῆται τοῖς καλοῖς ἀληθέσιν.
  1. πότερα θέλεις σοι μαλθακὰ ψευδῆ λέγω
  2. ἢ σκλήρ’ ἀληθῆ; φράζε· σὴ γὰρ ἡ κρίσις.
  1. ἀτὰρ σιωπᾶν τά γε δίκαι’ οὐ χρή ποτε.
  1. ὀργαὶ γὰρ ἀνθρώποισι συμφορᾶς ὕπο
  2. δειναί, πλάνος τε καρδίᾳ προσίσταται.
  1. ὁ θυμὸς ἀλγῶν ἀσφάλειαν οὐκ ἔχει.
  1. ἐὰν ἴδῃς πρὸς ὕψος ἠρμένον τινὰ
  2. λαμπρῷ τε πλούτῳ καὶ γένει γαυρούμενον
  3. ὀφρύν τε μείζω τῆς τύχης ἐπηρκότα,
  4. τούτου ταχεῖαν νέμεσιν εὐθὺς προσδόκα.
  1. κρινεῖ τίς αὑτὸν πώποτ’ ἀνθρώπων μέγαν,
  2. ὃν ἐξαλείφει πρόφασις ἡ τυχοῦσ’ ὅλον;
  1. ἅπαντές ἐσμεν εἰς τὸ νουθετεῖν σοφοί,
  2. αὐτοὶ δ’ ἁμαρτάνοντες οὐ γιγνώσκομεν.
  1. οὐδεὶς ἔπαινον ἡδοναῖς ἐκτήσατο.
  1. οὔτ’ ἐκ χερὸς μεθέντα καρτερὸν λίθον
  2. ῥᾷον κατασχεῖν οὔτ’ ἀπὸ γλώσσης λόγον.
  1. μὴ κάμνε πατρίδα σὴν λαβεῖν πειρώμενος.
  1. πολλοῦ γὰρ χρυσοῦ καὶ πλούτου
  2. κρείσσων πάτρα σώφρονι ναίειν.
  3. τὸ δὲ σύντροφον ἁδύ τι θνητοῖς
  4. ἐν βίῳ χωρεῖ.
  1. ἅπας μὲν ἀὴρ αἰετῷ περάσιμος,
  2. ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίῳ πατρίς.
  1. οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον·
  2. χρῆν γὰρ τύχας μὲν τὰς μάτην πλανωμένας
  3. μηδὲν δύνασθαι, τἀμφανῆ δ’ ὑψήλ’ ἄγειν.
  4. ὅστις κατ’ ἰσχὺν πρῶτος ὢν ἠτάζετο
  5. ἢ τόξα πάλλων ἢ μάχῃ δορὸς σθένων,
  6. τοῦτον τυραννεῖν τῶν κακιόνων ἐχρῆν.
  1. ἐγὼ γὰρ ὅστις μὴ δίκαιος ὢν ἀνὴρ
  2. βωμὸν προσίζει, τὸν νόμον χαίρειν ἐῶν
  3. πρὸς τὴν δίκην ἄγοιμ’ ἂν οὐ τρέσας θεούς·
  4. κακὸν γὰρ ἄνδρα χρὴ κακῶς πάσχειν ἀεί.