Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. λευκοὺς λίθους χέοντες αὐχοῦσιν μέγα.
  1. 〈τί φής;〉 τί σιγᾷς; μῶν φόνον τιν’ εἰργάσω;
  1. γλαυκῶπίς τε στρέφεται μήνη
  1. ἤπειρον εἰς ἄπειρον ἐκβάλλων πόδα
  1. τί χρέος ἔβα δῶμα;
  1. ἀεί ποτ’ 〈ἐστὶ〉 σπέρμα κηρύκων λάλον.
  1. τὸ μὲν τέθνηκε σῶμα, τοῦτο δ’ ἀναβλέπει.
  1. πόλεως μὲν ἀρχῷ, φωτὶ δ’ οὐκ ἔτῃ πρέπων
  1. αἰεὶ δὲ μήτηρ φιλότεκνος μᾶλλον πατρός·
  2. ἢ μὲν γὰρ αὑτῆς οἶδεν ὄνθ’, ὃ δ’ οἴεται.
  1. τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν.
  1. ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός.
  1. δούλοισι γάρ τε ζῶμεν οἱ ἐλεύθεροι.
  1. ὃ δ’ ἐσφάδᾳζεν οὐκ ἔχων ἀπαλλαγάς.
  1. Αἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω.
  1. φθείρουσιν ἤδη χρήσθ’ ὁμιλίαι κακαί.
  1. θεοῦ γὰρ οὐδεὶς χωρὶς εὐτυχεῖ βροτῶν
  2. οὐδ’ εἰς τὸ μεῖζον ἦλθε· τὰς θνητῶν δ’ ἐγὼ
  3. χαίρειν κελεύω θεῶν ἄτερ προθυμίας.
  1. τὰ πλεῖστα θνητοῖς τῶν κακῶν αὐθαίρετα.
  1. παῖς ὢν φυλάσσου πραγμάτων αἰσχρῶν ἄπο·
  2. ὡς ἢν τραφῇ τις μὴ κακῶς, αἰσχύνεται
  3. ἀνὴρ γενόμενος αἰσχρὰ δρᾶν· νέος δ’ ὅταν
  4. πόλλ’ ἐξαμάρτῃ, τὴν ἁμαρτίαν ἔχει
  5. εἰς γῆρας αὑτοῦ τοῖς τρόποισιν ἔμφυτον.
  1. ὅστις νέος ὢν μουσῶν ἀμελεῖ,
  2. τόν τε παρελθόντ’ ἀπόλωλε χρόνον
  3. καὶ τὸν μέλλοντα τέθνηκεν.
  1. οὐκ ἔστιν ἀρετῆς κτῆμα τιμιώτερον·
  2. οὐ γὰρ πέφυκε δοῦλον οὔτε χρημάτων
  3. οὔτ’ εὐγενείας οὔτε θωπείας ὄχλου.
  4. ἀρετὴ δ’ ὅσῳ περ μᾶλλον ἂν χρῆσθαι θέλῃς,
  5. τοσῷδε μείζων αὔξεται τελουμένη.