Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. οὐ γάρ ποτ’ εἴων Σθένελον εἰς τὸν εὐτυχῆ
  2. χωροῦντα τοῖχον τῆς δίκης ἀποστερεῖν.
  1. πόθεν δὲ πεύκης πανὸν ἐξηῦρες λαβεῖν;
  1. ἀτρέκεια δ’ ἄριστον ἀνδρὸς ἐν πόλει δικαίου πέλει.
  1. ἴστω τ’ ἄφρων ὢν ὅστις ἄνθρωπος γεγὼς
  2. δῆμον κολούει χρήμασιν γαυρούμενος.
  1. ἀεὶ δ’ ἀρέσκειν τοῖς κρατοῦσι· ταῦτα γὰρ
  2. δούλοις ἄριστα· κἀφ’ ὅτῳ τεταγμένος
  3. εἴη τις, ἁνδάνοντα δεσπόταις ποεῖν.
  1. τῶν γὰρ δυναστῶν πλεῖστος ἐν πόλει λόγος.
  1. ἀλλ’ οὐδὲν ηὑγένεια πρὸς τὰ χρήματα·
  2. τὸν γὰρ κάκιστον πλοῦτος εἰς πρώτους ἄγει.
  1. σκαιόν τι χρῆμα πλοῦτος ἥ τ’ ἀπειρία.
  1. ἀλλ’ οὐ γὰρ ὀρθῶς ταῦτα, γενναίως 〈δ’〉 ἴσως
  2. ἔπραξας· αἰνεῖσθαι δὲ δυστυχῶν ἐγὼ
  3. μισῶ· λόγος γὰρ τοὔργον οὐ νικᾷ ποτε.
  1. ἀλλ’ εὖ φέρειν χρὴ συμφορὰς τὸν εὐγενῆ.
  1. τὸν εὐτυχοῦντα χρῆν σοφὸν πεφυκέναι.
  1. θάρσει, τάχ’ ἂν γένοιτο· πολλά τοι θεὸς
  2. κἀκ τῶν ἀέλπτων εὔπορ’ ἀνθρώποις τελεῖ.
  1. ἀλλ’ ἡμέρα τοι πολλὰ καὶ μέλαινα νὺξ
  2. τίκτει βροτοῖσιν.
  1. σοφώτεροι γὰρ συμφορὰς τὰς τῶν πέλας
  2. πάντες διαθρεῖν ἢ τύχας τὰς οἴκοθεν.