Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. πλούτῳ χλιδῶσα θνητὰ δὴ γύναι φρόνει.
  1. εἴθ’ ἦν ἄφωνον σπέρμα δυστήνων βροτῶν.
  1. τέκτων γὰρ ὢν ἔπρασσες οὐ ξυλουργικά.
  1. ὁ τῆς τύχης παῖς κλῆρος
  1. φίλης τ’ ὀπώρας διπτύχους ἦρός τ’ ἴσους
  1. ἀλλ’ ἔστι, κεῖ τις ἐγγελᾷ λόγῳ,
  2. Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη.
  1. ἀμφίπολος Ἄρεος ἀνιέρου
  1. φίλων λαβεῖν 〈γὰρ〉 πεῖραν οὐ σμικρὸν κακόν.
  1. εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν,
  2. εἰς ἀρετὴν καταλυσαμένους βίον.
  1. πολλοῖσι πολλήν, δὶς τόσοις δὲ πλείονα
  1. σύμμικτον εἶδος κἀποφώλιον τρέφος
  1. ταύρου μεμῖχθαι καὶ βροτοῦ διπλῇ φύσει
  1. αἰεὶ πρασίμοχθοι κοὔποθ’ ἥσυχοι δορί
  1. ἀγήρων ἀρετήν
  1. Ζεὺς συγγένειος
  1. . .λίνου κλωστῆρα περιφέρει λαβών
  1. κορμοῖσι πεύκης
  1. λῦε πηκτὰ δωμάτων
  1. ἐγὼ δ’ ἐμός εἰμι
  1. οὐχ ἑσπέρας φάσ’, ἀλλὰ καὶ μεσημβρίας
  2. τούτους ἀφεστήκασιν ἡμέραν τρίτην.