Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐδέννασʼ, Ἕκτορ, τῷδε βουλεῦσαι φόνον.
- ᾔδη τάδʼ· οὐδὲν μάντεων ἔδει φράσαι
- Ὀδυσσέως τέχναισι τόνδʼ ὀλωλότα.
- ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν
- λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοις
- κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί;
- ἔπεμψʼ· ὀφείλων δʼ ἦλθε συμπονεῖν ἐμοί.
- οὐ μὴν θανόντι γʼ οὐδαμῶς συνήδομαι.
- καὶ νῦν ἕτοιμος τῷδε καὶ τεῦξαι τάφον
- καὶ ξυμπυρῶσαι μυρίων πέπλων χλιδήν·
- φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται.
- οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον·
- τοσόνδε Νύμφην τὴν ἔνερθʼ αἰτήσομαι,
- τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς,
- ψυχὴν ἀνεῖναι τοῦδʼ· ὀφειλέτις δέ μοι
- τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.
- κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος
- ἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτε
- οὔτʼ εἶσιν οὔτε μητρὸς ὄψεται δέμας·
- κρυπτὸς δʼ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς