Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Θρῄκης ἀνάσσων πρῶτος ἦσθʼ ἀνδρῶν, τέκνον.
  2. καί σʼ ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους
  3. ἀλκὰς κορύσσοντʼ οὐκ ἐδείμαινον θανεῖν·
  4. Τροίας δʼ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε,
  5. εἰδυῖα τὸν σὸν πότμον· ἀλλά σʼ Ἕκτορος
  6. πρεσβεύμαθʼ αἵ τε μυρίαι γερουσίαι
  7. ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις.
  8. καὶ τοῦδʼ, Ἀθάνα, παντὸς αἰτία μόρου,
  9. — οὐδὲν δʼ Ὀδυσσεὺς οὐδʼ ὁ Τυδέως τόκος
  10. ἔδρασε δράσας — μὴ δόκει λεληθέναι.
  11. καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν
  12. Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί,
  13. μυστηρίων τε τῶν ἀπορρήτων φανὰς
  14. ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ
  15. τοῦδʼ ὃν κατακτείνεις σύ· Μουσαῖόν τε, σὸν
  16. σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρʼ ἕνα
  17. ἐλθόντα, Φοῖβος σύγγονοί τʼ ἠσκήσαμεν.
  18. καὶ τῶνδε μισθὸν παῖδʼ ἔχουσʼ ἐν ἀγκάλαις
  19. θρηνῶ· σοφιστὴν δʼ ἄλλον οὐκ ἐπάξομαι.
Χορός
  1. μάτην ἄρʼ ἡμᾶς Θρῄκιος τροχηλάτης