Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀνθρωποδαίμων κείσεται βλέπων φάος,
- Βάκχου προφήτης ὥστε Παγγαίου πέτραν
- ᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.
- ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦ
- οἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών.
- θρήνοις δʼ ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν,
- ἔπειτʼ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ.
- οὐ ῥύσεταί νιν Παλλάς, ἥ σʼ ἀπέκτανεν·
- τοῖον φαρέτρα Λοξίου σῴζει βέλος.
- ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν·
- ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται,
- ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα.
- οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει·
- σὺ δʼ εἴ τι πράσσειν τῶν προκειμένων θέλεις,
- Ἕκτορ, πάρεστι· φῶς γὰρ ἡμέρας τόδε.
- χωρεῖτε, συμμάχους δʼ ὁπλίζεσθαι τάχος
- ἄνωχθε πληροῦν τʼ αὐχένας ξυνωρίδων.
- πανοὺς δʼ ἔχοντας χρὴ μένειν Τυρσηνικῆς
- σάλπιγγος αὐδήν· ὡς ὑπερβαλὼν στρατὸν
- τείχη τʼ Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖν