Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Φρυγίων λεχέων ἔπλευσε πλαθεῖσʼ
  2. ὑπʼ Ἰλίῳ ὤλεσε μὲν σʼ ἕκατι Τροίας,
  3. φίλτατε, μυριάδας τε πόλεις
  4. ἀνδρῶν ἀγαθῶν ἐκένωσεν.
Μοῦσα
  1. ἦ πολλὰ μὲν ζῶν, πολλὰ δʼ εἰς Ἅιδου μολών,
  2. Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός·
  3. ὕβρις γάρ, ἥ σʼ ἔσφηλε, καὶ Μουσῶν ἔρις
  4. τεκεῖν μʼ ἔθηκε τόνδε δύστηνον γόνον.
  5. περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς
  6. λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις,
  7. ὅτʼ ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας
  8. Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι
  9. Μοῦσαι μεγίστην εἰς ἔριν μελῳδίας
  10. κείνῳ σοφιστῇ Θρῃκί, κἀκτυφλώσαμεν
  11. Θάμυριν, ὃς ἡμῶν πόλλʼ ἐδέννασεν τέχνην.
  12. κἀπεὶ σὲ τίκτω, συγγόνους αἰδουμένη
  13. καὶ παρθενείαν, ἧκʼ ἐς εὐύδρου πατρὸς
  14. δίνας· τρέφειν δέ σʼ οὐ βρότειον ἐς χέρα
  15. Στρυμὼν δίδωσιν, ἀλλὰ πηγαίαις κόραις.
  16. ἔνθʼ ἐκτραφεὶς κάλλιστα Παρθένων ὕπο,