Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τιμὰς ἔχουσα Μοῦσα συγγόνων μία
- πάρειμι, παῖδα τόνδʼ ὁρῶσʼ οἰκτρῶς φίλον
- θανόνθʼ ὑπʼ ἐχθρῶν· ὅν ποθʼ ὁ κτείνας χρόνῳ
- δόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.
- ἰαλέμῳ αὐθιγενεῖ,
- τέκνον, σʼ ὀλοφύρομαι, ὦ
- ματρὸς ἄλγος, οἵαν
- ἔκελσας ὁδὸν ποτὶ Τροίαν·
- ἦ δυσδαίμονα καὶ μελέαν,
- ἀπομεμφομένας ἐμοῦ πορευθείς,
- ἀπὸ δʼ ἀντομένου πατρὸς βιαίως.
- ὤμοι ἐγὼ σέθεν, ὦ φιλία
- φιλία κεφαλά, τέκνον, ὤμοι.
- ὅσον προσήκει μὴ γένους κοινωνίαν
- ἔχοντι λύπῃ τὸν σὸν οἰκτίρω γόνον.
- ὄλοιτο μὲν Οἰνεΐδας,
- ὄλοιτο δὲ Λαρτιάδας,
- ὅς μʼ ἄπαιδα γέννας
- ἔθηκεν ἀριστοτόκοιο·
- ἅ θʼ Ἕλλανα λιποῦσα δόμον