Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος;
Ἕκτωρ
  1. οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.
Ἡνίοχος
  1. καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;
Ἕκτωρ
  1. ὅδʼ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων.
Ἡνίοχος
  1. ὄλοιθʼ ὁ δράσας. οὐ γὰρ ἐς σὲ τείνεται
  2. γλῶσσʼ, ὡς σὺ κομπεῖς· ἡ Δίκη δʼ ἐπίσταται.
Ἕκτωρ
  1. λάζυσθʼ· ἄγοντες δʼ αὐτὸν ἐς δόμους ἐμούς,
  2. οὕτως ὅπως ἂν μὴ ʼγκαλῇ πορσύνετε·
  3. ὑμᾶς δʼ ἰόντας τοῖσιν ἐν τείχει χρεὼν
  4. Πριάμῳ τε καὶ γέρουσι σημῆναι νεκροὺς
  5. θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.
Χορός
  1. τί ποτʼ εὐτυχίας ἐκ τῆς μεγάλης
  2. Τροίαν ἀνάγει πάλιν ἐς πένθη
  3. δαίμων ἄλλος, τί φυτεύων;
  4. ἔα ἔα. ὦ ὦ.
  5. τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ,
  6. τὸν νεόκμητον νεκρὸν ἐν χειροῖν
  7. φοράδην πέμπει;
  8. ταρβῶ, λεύσσων τόδε, πῆμα.
Μοῦσα
  1. ὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖς