Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἁπλῶς δʼ Ἀχαιῶν οὐδένʼ αἰτιώμεθα.
- τίς δʼ ἂν χαμεύνας πολεμίων κατʼ εὐφρόνην
- Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν
- ἔφραζε τοῖς κτανοῦσιν; οὐδʼ ἀφιγμένον
- τὸ πάμπαν ᾖσαν· ἀλλὰ μηχανᾷ τάδε.
- χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα
- ὅσονπερ ἐν γῇ τῇδʼ Ἀχαιικὸς λεώς,
- κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων·
- ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα. μή μʼ ἔρως ἕλοι
- τοιοῦτος ἵππων ὥστʼ ἀποκτείνειν φίλους.
- καὶ ταῦτʼ Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε
- ἔδρασεν ἢ ʼβούλευσεν Ἀργείων ἀνήρ;
- δέδοικα δʼ αὐτὸν καί τί μου θράσσει φρένας,
- μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ·
- χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.
- οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας·
- ἡμεῖς δʼ ὑπʼ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.
- σὺ δʼ οὖν νόμιζε ταῦτʼ, ἐπείπερ σοι δοκεῖ.
- ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;
- μὴ θνῇσχʼ· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.