Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πύθῃ, κατά με γᾶς
  2. ζῶντα πόρευσον· οὐ παραιτοῦμαι.
Ἡνίοχος
  1. τί τοῖσδʼ ἀπειλεῖς βάρβαρός τε βαρβάρου
  2. γνώμην ὑφαιρῇ τὴν ἐμήν, πλέκων λόγους;
  3. σὺ ταῦτʼ ἔδρασας· οὐδένʼ ἂν δεξαίμεθα
  4. οὔθʼ οἱ θανόντες οὔτʼ ἂν οἱ τετρωμένοι
  5. ἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,
  6. ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν,
  7. ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους
  8. τοὺς σοὺς φονεύεις, πόλλʼ ἐπισκήπτων μολεῖν.
  9. ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάρις
  10. ξενίαν κατῄσχυνʼ ἢ σὺ συμμάχους κτανών.
  11. μὴ γάρ τι λέξῃς ὥς τις Ἀργείων μολὼν
  12. διώλεσʼ ἡμᾶς· τίς δʼ ὑπερβαλὼν λόχους
  13. Τρώων ἐφʼ ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;
  14. σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.
  15. τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων
  16. τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;
  17. ἡμεῖς δʼ ἑκὰς τετρώμεθʼ, οἳ δὲ μειζόνως
  18. παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.