Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- λήθουσιν αἰσχρῶς, καὶ κατεσφάγη στρατός,
- κοὔτʼ εἰσιόντας στρατόπεδʼ ἐξαπώσατε
- οὔτʼ ἐξιόντας; τῶνδε τίς τείσει δίκην
- πλὴν σοῦ; σὲ γὰρ δὴ φύλακά φημʼ εἶναι στρατοῦ.
- φροῦδοι δʼ ἄπληκτοι, τῇ Φρυγῶν κακανδρίᾳ
- πόλλʼ ἐγγελῶντες τῷ στρατηλάτῃ τʼ ἐμοί.
- εὖ νυν τόδʼ ἴστε — Ζεὺς ὀμώμοται πατήρ —
- ἤτοι μάραγνά γʼ ἢ καρανιστὴς μόρος
- μένει σε δρῶντα τοιάδʼ, ἢ τὸν Ἕκτορα
- τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.
- ἰὼ ἰώ,
- μετὰ σέ, ναί, μετὰ σέ, ὦ πολίοχον κράτος,
- τότʼ ἄρʼ ἔμολον, ὅτε σοι
- ἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρʼ αἴθειν·
- ἐπεὶ ἄγρυπνον ὄμμʼ ἐν εὐφρόνῃ
- οὔτʼ ἐκοίμισʼ οὔτʼ ἔβριξʼ,
- οὐ τὰς Σιμοεντιάδας πηγάς· μή μοι
- κότον, ὦ ἄνα, θῇς· ἀναίτιος γὰρ
- --- ἔγωγε πάντων.
- εἰ δὲ χρόνῳ παράκαιρον ἔργον ἢ λόγον