Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- βάλλει με δυσθνῄσκοντος αἵματος νέου.
- ὀρθὸς δʼ ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός.
- καί μʼ ἔγχος αὐγάζοντα καὶ θηρώμενον
- παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει
- ἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ᾐσθόμην
- πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.
- πίπτω δὲ πρηνής· οἳ δʼ ὄχημα πωλικὸν
- λαβόντες ἵππων ἵεσαν φυγῇ πόδα.
- ἆ ἆ.
- ὀδύνη με τείρει, κοὐκέτʼ ὀρθοῦμαι τάλας.
- καὶ ξυμφορὰν μὲν οἶδʼ ὁρῶν, τρόπῳ δʼ ὅτῳ
- τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι,
- οὐδʼ ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοι
- πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.
- ἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος,
- μηδὲν δυσοίζου· πολέμιοι ῎δρασαν τάδε.
- Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος
- χωρεῖ· συναλγεῖ δʼ, ὡς ἔοικε, σοῖς κακοῖς.
- πῶς, ὦ μέγιστα πήματʼ ἐξειργασμένοι,
- μολόντες ὑμᾶς πολεμίων κατάσκοποι