Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. συμμάχων τις ὁ στένων.
Ἡνίοχος
  1. ἰὼ ἰώ,
  2. δύστηνος ἐγώ· σύ τʼ, ἄναξ Θρῃκῶν,
  3. ὦ στυγνοτάτην Τροίαν ἐσιδών,
  4. οἷόν σε βίου τέλος εἷλεν.
Χορός
  1. τίς εἶ ποτʼ ἀνδρῶν συμμάχων; κατʼ εὐφρόνην
  2. ἀμβλῶπες αὐγαὶ κοὔ σε γιγνώσκω τορῶς.
Ἡνίοχος
  1. ποῦ τινʼ ἀνάκτων Τρωικῶν εὕρω;
  2. ποῦ δῆθʼ Ἕκτωρ
  3. τὸν ὑπασπίδιον κοῖτον ἰαύει;
  4. τίνι σημήνω διόπων στρατιᾶς
  5. οἷα πεπόνθαμεν, οἷά τις ἡμᾶς
  6. δράσας ἀφανῆ φροῦδος, φανερὸν
  7. Θρῃξὶν πένθος τολυπεύσας;
Χορός
  1. κακὸν κυρεῖν τι Θρῃκίῳ στρατεύματι
  2. ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.
Ἡνίοχος
  1. ἔρρει στρατιά, πέπτωκεν ἄναξ
  2. δολίῳ πληγῇ.
  3. ἆ ἆ ἆ ἆ,
  4. οἵα μʼ ὀδύνη τείρει φονίου