Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πυκασθείς, ξιφήρης
  2. κρύφιος ἐν πέπλοις.
  3. βίον δʼ ἐπαιτῶν εἷρπʼ ἀγύρτης τις λάτρις,
  4. ψαφαρόχρουν κάρα πολυπινές τʼ ἔχων·
  5. πολλὰ δὲ τὰν
  6. βασιλίδʼ ἑστίαν Ἀτρειδᾶν κακῶς
  7. ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.
  8. ὄλοιτʼ ὄλοιτο πανδίκως,
  9. πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.
  10. — εἴτʼ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μʼ ἔχει·
  11. Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.
  12. — τί λάσκων; — δυσοίζων.
  13. — τί δρᾶσαι; τί ταρβεῖς;
  14. — καθʼ ἡμᾶς περᾶσαι --- — τίνʼ ἀνδρῶν;
  15. — οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.
Ἡνίοχος
  1. ἰὼ, ἰώ, δαίμονος τύχα βαρεῖα. φεῦ φεῦ.
Χορός
  1. ἔα, ἔα·
  2. σῖγα πᾶς ὕφιζʼ· ἴσως γὰρ ἐς βόλον τις ἔρχεται.
Ἡνίοχος
  1. ἰὼ ἰώ,
  2. συμφορὰ βαρεῖα Θρῃκῶν.