Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τραύματος εἴσω. πῶς ἂν ὀλοίμην;
  2. χρῆν γάρ μʼ ἀκλεῶς Ῥῆσόν τε θανεῖν,
  3. Τροίᾳ κέλσαντʼ ἐπίκουρον;
Χορός
  1. τάδʼ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά·
  2. σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας.
Ἡνίοχος
  1. κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς
  2. αἴσχιστα· καίτοι δὶς τόσον κακὸν τόδε·
  3. θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,
  4. λυπρὸν μὲν οἶμαι τῷ θανόντι — πῶς γὰρ οὔ; —
  5. τοῖς ζῶσι δʼ ὄγκος καὶ δόμων εὐδοξία.
  6. ἡμεῖς δʼ ἀβούλως κἀκλεῶς ὀλώλαμεν.
  7. ἐπεὶ γὰρ ἡμᾶς ηὔνασʼ Ἑκτόρεια χείρ,
  8. ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ
  9. κόπῳ δαμέντες, οὐδʼ ἐφρουρεῖτο στρατὸς
  10. φυλακαῖσι νυκτέροισιν, οὐδʼ ἐν τάξεσιν
  11. ἔκειτο τεύχη, πλῆκτρά τʼ οὐκ ἐπὶ ζυγοῖς
  12. ἵππων καθήρμοσθʼ, ὡς ἄναξ ἐπεύθετο
  13. κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν
  14. πρύμναισι· φαύλως δʼ ηὕδομεν πεπτωκότες.
  15. κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνου