Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τίς ὁ μέγα θρασὺς ἐπεύξεται
- χέρα φυγὼν ἐμάν;
- πόθεν νιν κυρήσω;
- τίνι προσεικάσω,
- ὅστις διʼ ὄρφνης ἦλθʼ ἀδειμάντῳ ποδὶ
- διά τε τάξεων καὶ φυλάκων ἕδρας;
- Θεσσαλὸς ἢ
- παραλίαν Λοκρῶν νεμόμενος πόλιν;
- ἢ νησιώτην σποράδα κέκτηται βίον;
- τίς ἦν; πόθεν; ποίας πάτρας;
- ποῖον δʼ εὔχεται τὸν ὕπατον θεῶν;
- — ἆρʼ ἔστʼ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;
- εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;
- — δοκεῖς γάρ; — τί μὴν οὔ;
- — θρασὺς γοῦν ἐς ἡμᾶς.
- — τίνʼ ἀλκήν; τίνʼ αἰνεῖς; — Ὀδυσσῆ.
- — μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.
- ἔβα καὶ πάρος
- κατὰ πόλιν, ὕπαφρον ὄμμʼ ἔχων,
- ῥακοδύτῳ στολᾷ