Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. — δεῦρο δεῦρο πᾶς.
  2. — τούσδʼ ἔχω, τούσδʼ ἔμαρψα.
  3. — τίς ὁ λόχος; πόθεν ἔβας; ποδαπὸς εἶ;
Ὀδυσσεύς
  1. οὔ σε χρὴ εἰδέναι· θανῇ γὰρ σήμερον δράσας κακῶς.
Χορός
  1. οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;
Ὀδυσσεύς
  1. ἵστω. θάρσει.
Χορός
  1. πέλας ἴθι. παῖε πᾶς.
Ὀδυσσεύς
  1. ἦ σὺ δὴ Ῥῆσον κατέκτας;
Χορός
  1. ἀλλὰ τὸν κτενοῦντα σὲ ---
Ὀδυσσεύς
  1. ἴσχε πᾶς τις.
Χορός
  1. οὐ μὲν οὖν.
Ὀδυσσεύς
  1. ἆ· φίλιον ἄνδρα μὴ θένῃς.
Χορός
  1. καὶ τί δὴ τὸ σῆμα;
Ὀδυσσεύς
  1. Φοῖβος.
Χορός
  1. ἔμαθον· ἴσχε πᾶς δόρυ.
  2. οἶσθʼ ὅποι βεβᾶσιν ἅνδρες;
Ὀδυσσεύς
  1. τῇδέ πῃ κατείδομεν.
Χορός
  1. ἕρπω πᾶς κατʼ ἴχνος αὐτῶν. ἢ βοὴν ἐγερτέον;
  2. ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβῳ.
Χορός
  1. —τίς ἀνδρῶν ὁ βάς;