Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὧν οὕνεκʼ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.
Ἀθήνα
  1. μηδὲν φοβηθῇς· οὐδὲν ἐν στρατῷ νέον·
  2. Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν.
Ἀλέξανδρος
  1. σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις
  2. τάξιν φυλάξων εἶμʼ ἐλεύθερος φόβου.
Ἀθήνα
  1. χώρει· μέλειν γὰρ πάντʼ ἐμοὶ δόκει τὰ σά,
  2. ὥστʼ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν.
  3. γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.
  4. ὑμᾶς δʼ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,
  5. Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.
  6. κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης,
  7. ἵπποι τʼ ἔχονται, πολέμιοι δʼ ᾐσθημένοι
  8. χωροῦσʼ ἐφʼ ὑμᾶς· ἀλλʼ ὅσον τάχιστα χρὴ
  9. φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετε
  10. σκηπτοῦ ʼπιόντος πολεμίων σῷσαι βίον;
Χορός
  1. — ἔα ἔα·
  2. βάλε βάλε βάλε βάλε.
  3. θένε θένε.
  4. — τίς ἁνήρ; λεύσσετε· τοῦτον αὐδῶ.
  5. — κλῶπες οἵτινες κατʼ ὄρφνην τόνδε κινοῦσι στρατόν.