Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ ταῦτʼ ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν,
  2. οὐκ οἶδεν οὐδʼ ἤκουσεν ἐγγὺς ὢν λόγου.
Ἀλέξανδρος
  1. σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,
  2. Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί σε χρῆν;
  3. ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,
  4. ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες.
Ἀθήνα
  1. θάρσει· φυλάσσει σʼ ἥδε πρευμενὴς Κύπρις.
  2. μέλει δʼ ὁ σός μοι πόλεμος, οὐδʼ ἀμνημονῶ
  3. τιμῆς, ἐπαινῶ δʼ εὖ παθοῦσα πρὸς σέθεν.
  4. καὶ νῦν ἐπʼ εὐτυχοῦντι Τρωικῷ στρατῷ
  5. ἥκω πορεύουσʼ ἄνδρα σοι μέγαν φίλον,
  6. τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶς
  7. Μούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
Ἀλέξανδρος
  1. αἰεί ποτʼ εὖ φρονοῦσα τυγχάνεις πόλει
  2. κἀμοί, μέγιστον δʼ ἐν βίῳ κειμήλιον
  3. κρίνας σέ φημι τῇδε προσθέσθαι πόλει.
  4. ἥκω δʼ ἀκούσας οὐ τορῶς — φήμη δέ τις
  5. φύλαξιν ἐμπέπτωκεν — ὡς κατάσκοποι
  6. ἥκουσʼ Ἀχαιῶν. χὣ μὲν οὐκ ἰδὼν λέγει,
  7. ὃ δʼ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι·