Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθʼ ὅπου
- τοιόνδʼ ὄχημα χθὼν κέκευθε πωλικόν.
- Διόμηδες, ἢ σὺ κτεῖνε Θρῄκιον λεών,
- ἢ ʼμοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.
- ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ·
- τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.
- χρὴ δʼ ἄνδρα τάσσειν οὗ μάλιστʼ ἂν ὠφελοῖ.
- καὶ μὴν καθʼ ἡμᾶς τόνδʼ Ἀλέξανδρον βλέπω
- στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον
- δόξας ἀσήμους πολεμίων μεμβλωκότων.
- πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται;
- μόνος· πρὸς εὐνὰς δʼ, ὡς ἔοικεν, Ἕκτορος
- χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.
- οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή;
- οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον.
- τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.
- ἀλλʼ ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς,
- τάχυνʼ· ἐγὼ δέ, τῷδε σύμμαχος Κύπρις
- δοκοῦσʼ ἀρωγὸς ἐν πόνοις παραστατεῖν,
- σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρʼ ἀμείψομαι.