Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὃς εἰ διοίσει νύκτα τήνδʼ ἐς αὔριον,
- οὔτε σφʼ Ἀχιλλεὺς οὔτʼ ἂν Αἴαντος δόρυ
- μὴ πάντα πέρσαι ναύσταθμʼ Ἀργείων σχέθοι,
- τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω
- λόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον.
- τοῦτον κατακτὰς πάντʼ ἔχεις. τὰς δʼ Ἕκτορος
- εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς·
- ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός.
- δέσποινʼ Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμην
- τοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρ
- παροῦσʼ ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε·
- τὸν ἄνδρα δʼ ἡμῖν, ποῦ κατηύνασται, φράσον·
- πόθεν τέτακται βαρβάρου στρατεύματος;
- ὅδʼ ἐγγὺς ἧσται κοὐ συνήθροισται στρατῷ,
- ἀλλʼ ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν
- Ἕκτωρ, ἕως ἂν νὺξ ἀμείψηται φάος.
- πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτων
- λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ·
- στίλβουσι δʼ ὥστε ποταμίου κύκνου πτερόν.
- ταύτας, κτανόντες δεσπότην, κομίζετε,