Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. διόλωλε; — τάχʼ ἄν. φοβερόν μοι.
  2. — αὐδῶ Λυκίους πέμπτην φυλακὴν
  3. βάντας ἐγείρειν
  4. ἡμᾶς κλήρου κατὰ μοῖραν.
Ὀδυσσεύς
  1. Διόμηδες, οὐκ ἤκουσας — ἢ κενὸς ψόφος
  2. στάζει διʼ ὤτων; — τευχέων τινὰ κτύπον;
Διομήδης
  1. οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων
  2. κλάζει σιδήρου· κἀμέ τοι, πρὶν ᾐσθόμην
  3. δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.
Ὀδυσσεύς
  1. ὅρα κατʼ ὄρφνην μὴ φύλαξιν ἐντύχῃς.
Διομήδης
  1. φυλάξομαί τοι κἀν σκότῳ τιθεὶς πόδα.
Ὀδυσσεύς
  1. ἢν δʼ οὖν ἐγείρῃς, οἶσθα σύνθημα στρατοῦ;
Διομήδης
  1. Φοῖβον Δόλωνος οἶδα σύμβολον κλύων.
Ὀδυσσεύς
  1. ἔα·
  2. εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.
Διομήδης
  1. καὶ μὴν Δόλων γε τάσδʼ ἔφραζεν Ἕκτορος
  2. κοίτας, ἐφʼ ᾧπερ ἔγχος εἵλκυσται τόδε.
Ὀδυσσεύς
  1. τί δῆτʼ ἂν εἴη; μῶν λόχος βέβηκέ ποι;
Διομήδης
  1. ἴσως ἐφʼ ἡμῖν μηχανὴν στήσων τινά.
Ὀδυσσεύς
  1. θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.