Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. — Μυγδόνος υἱόν φασι Κόροιβον.
  2. — τίς γὰρ ἐπʼ αὐτῷ; — Κίλικας Παίων
  3. στρατὸς ἤγειρεν, Μυσοὶ δʼ ἡμᾶς.
  4. — οὐκ οὖν Λυκίους πέμπτην φυλακὴν
  5. βάντας ἐγείρειν
  6. καιρὸς κλήρου κατὰ μοῖραν;
Χορός
  1. — καὶ μὴν ἀΐω· Σιμόεντος
  2. ἡμένα κοίτας
  3. φοινίας ὑμνεῖ πολυχορδοτάτᾳ
  4. γήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν.
  5. — ἤδη δὲ νέμουσι κατʼ Ἴδαν
  6. ποίμνια· νυκτιβρόμου
  7. σύριγγος ἰὰν κατακούω.
  8. — θέλγει δʼ ὄμματος ἕδραν
  9. ὕπνος· ἅδιστος γὰρ ἔβα
  10. βλεφάροις πρὸς ἀοῦς.
  11. — τί ποτʼ οὐ πλάθει σκοπός, ὃν ναῶν
  12. Ἕκτωρ ὤτρυνε κατόπταν;
  13. — ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.
  14. — ἀλλʼ ἦ κρυπτὸν λόχον ἐσπαίσας