Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὦ δαῖμον, ὅστις μʼ εὐτυχοῦντʼ ἐνόσφισας
- θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν
- σύρδην ἅπαντα τῷδʼ ἀναλῶσαι δορί.
- εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου
- λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,
- πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν
- κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί.
- κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ
- ἐν νυκτὶ χρῆσθαί τʼ εὐτυχεῖ ῥύμῃ θεοῦ·
- ἀλλʼ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες
- μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος
- κἄπειτʼ Ἀχαιῶν μηδένʼ ἐν χέρσῳ λιπεῖν.
- οἳ δʼ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων
- βουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.
- ἀλλʼ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ
- τεύχη πρόχειρα λαμβάνειν λῆξαί θʼ ὕπνου,
- ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι
- νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ,
- οἳ δʼ ἐν βρόχοισι δέσμιοι λελημμένοι
- Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.