Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον·
- ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.
- τίς γὰρ πύρʼ αἴθειν πρόφασις Ἀργείων στρατόν;
- οὐκ οἶδʼ· ὕποπτον δʼ ἐστὶ κάρτʼ ἐμῇ φρενί.
- πάντʼ ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε.
- οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.
- οὐδʼ ὧδέ γʼ αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός.
- σὺ ταῦτʼ ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.
- ἁπλοῦς ἐπʼ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.
- καὶ μὴν ὅδʼ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς
- στείχει, νέον τι πρᾶγμʼ ἔχων φίλοις φράσαι.
- Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν
- τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ
- νυκτηγοροῦσι καὶ κεκίνηται· στρατός;
- Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.
- τί δʼ ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται
- δόλος κρυφαῖος ἑστάναι κατʼ εὐφρόνην;
- φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.
- τί τοῦδʼ ἂν εἴποις ἀσφαλὲς τεκμήριον;
- αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός·