Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾷ
- μάστιγι φοβῇ; φυλακὰς δὲ λιπὼν
- κινεῖς στρατιάν. τί θροεῖς; τί σε φῶ
- νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν
- οὐδὲν τρανῶς ἀπέδειξας.
- — πύρʼ αἴθει στρατὸς Ἀργόλας,
- Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν,
- διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
- πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸς
- ἐννύχιος θορύβῳ σκηνάν,
- νέαν τινʼ ἐφιέμενοι
- βάξιν. οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθη
- ναυσιπόρος στρατιά.
- σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον,
- ἤλυθον ἄγγελος, ὡς
- μήποτʼ ἐς ἐμέ τινα μέμψιν εἴπῃς.
- ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον·
- ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ
- λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν
- μέλλουσι· σαίνει μʼ ἔννυχος φρυκτωρία.