Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- νῦν μὲν καταυλίσθητε· καὶ γὰρ εὐφρόνη.
- δείξω δʼ ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν
- τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα.
- ξύνθημα δʼ ἡμῖν Φοῖβος, ἤν τι καὶ δέῃ·
- μέμνησʼ ἀκούσας, Θρῃκί τʼ ἄγγειλον στρατῷ.
- ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων
- φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον
- δέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς,
- ἤδη πελάζει στρατοπέδοισι Τρωικοῖς.
- — τίνος ἁ φυλακά; τίς ἀμείβει
- τὰν ἐμάν; πρῶτα
- δύεται σημεῖα καὶ ἑπτάποροι
- Πλειάδες αἰθέριαι· μέσα δʼ αἰετὸς οὐρανοῦ ποτᾶται.
- — ἔγρεσθε, τί μέλλετε; κοιτᾶν
- ἔγρεσθε πρὸς φυλακάν.
- οὐ λεύσσετε μηνάδος αἴγλαν;
- — ἀὼς δὴ πέλας, ἀὼς
- γίγνεται, καί τις προδρόμων
- ὅδε γʼ ἐστὶν ἀστήρ.
- — τίς ἐκηρύχθη πρώτην φυλακήν;