Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. χὡ Τυδέως παῖς· ἔστι δʼ αἱμυλώτατον
  2. κρότημʼ Ὀδυσσεύς, λῆμά τʼ ἀρκούντως θρασὺς
  3. καὶ πλεῖστα χώραν τήνδʼ ἀνὴρ καθυβρίσας·
  4. ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν
  5. κλέψας ἄγαλμα ναῦς ἐπʼ Ἀργείων φέρει.
  6. ἤδη δʼ ἀγύρτης πτωχικὴν ἔχων στολὴν
  7. ἐσῆλθε πύργους, πολλὰ δʼ Ἀργείοις κακὰ
  8. ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος·
  9. κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν
  10. ἐξῆλθεν· αἰεὶ δʼ ἐν λόχοις εὑρίσκεται
  11. Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας
  12. θάσσων· κακῷ δὲ μερμέρῳ παλαίομεν.
Ῥῆσος
  1. οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳ
  2. κτεῖναι τὸν ἐχθρόν, ἀλλʼ ἰὼν κατὰ στόμα.
  3. τοῦτον δʼ ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδρας
  4. καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ
  5. πυλῶν ἐπʼ ἐξόδοισιν ἀμπείρας ῥάχιν
  6. στήσω πετεινοῖς γυψὶ θοινατήριον.
  7. λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα
  8. συλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ.