Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὐχ ὧδε πορθεῖν ῥᾴδιʼ, ὡς λέγεις, δορί.
Ῥῆσος
  1. οὐ τούσδʼ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;
Ἕκτωρ
  1. κοὐ μεμφόμεσθά γʼ, ἀλλʼ ἄδην ἐλαύνομεν.
Ῥῆσος
  1. οὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα;
Ἕκτωρ
  1. μή νυν τὰ πόρρω τἀγγύθεν μεθεὶς σκόπει.
Ῥῆσος
  1. ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.
Ἕκτωρ
  1. πολλῆς γὰρ ἄρχω κἀνθάδʼ ὢν τυραννίδος.
  2. ἀλλʼ εἴτε λαιὸν εἴτε δεξιὸν κέρας
  3. εἴτʼ ἐν μέσοισι συμμάχοις πάρεστί σοι
  4. πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.
Ῥῆσος
  1. μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.
  2. εἰ δʼ αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶν
  3. πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον,
  4. τάξον μʼ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.
Ἕκτωρ
  1. οὐκ ἔστʼ ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ.
Ῥῆσος
  1. καὶ μὴν λόγος γʼ ἦν ὡς ἔπλευσʼ ἐπʼ Ἴλιον.
Ἕκτωρ
  1. ἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίων
  2. στρατηλάταισιν οὐ συναίρεται δόρυ.
Ῥῆσος
  1. τίς δὴ μετʼ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;
Ἕκτωρ
  1. Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ