Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.
- τὸ δὲ νάιον Ἀργόθεν δόρυ
- οὔτε πρίν τινʼ οὔτε νῦν
- ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. πῶς μοι
- Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,
- πῶς δʼ Αἴας ὑπομεῖναι;
- εἰ γὰρ ἐγὼ τόδʼ ἦμαρ εἰσίδοιμʼ, ἄναξ,
- ὅτῳ πολυφόνου
- χειρὸς ἀποινάσαιο λόγχᾳ.
- τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας
- πρᾶξαι παρέξω — σὺν δʼ Ἀδραστείᾳ λέγω —
- ἐπειδἂν ἐχθρῶν τήνδʼ ἐλευθέραν πόλιν
- θῶμεν θεοῖσί τʼ ἀκροθίνιʼ ἐξέλῃς,
- ξὺν σοὶ στρατεύειν γῆν ἐπʼ Ἀργείων θέλω
- καὶ πᾶσαν ἐλθὼν Ἑλλάδʼ ἐκπέρσαι δορί,
- ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.
- εἰ τοῦ παρόντος τοῦδʼ ἀπαλλαχθεὶς κακοῦ
- πόλιν νεμοίμην ὡς τὸ πρίν ποτʼ ἀσφαλῆ,
- ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.
- τὰ δʼ ἀμφί τʼ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος