Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καπφθίμενον Θρῃκὶ μόρῳ
  2. φίλτατον ἄχθος οἴσει.
Χορός
  1. — ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ.
  2. καλόν, ὦ Θρῄκη,
  3. σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.
  4. ἴδε χρυσόδετον σώματος ἀλκήν,
  5. κλύε καὶ κόμπους κωδωνοκρότους
  6. παρὰ πορπάκων κελαδοῦντας.
  7. θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης
  8. ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ
  9. Μούσης ἥκων καταπνεῖ σε.
Ῥῆσος
  1. χαῖρʼ, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς,
  2. Ἕκτορ· παλαιᾷ σʼ ἡμέρᾳ προσεννέπω.
  3. χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενον
  4. πύργοισιν ἐχθρῶν· συγκατασκάψων δʼ ἐγὼ
  5. τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.
Ἕκτωρ
  1. παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς
  2. Θρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν
  3. τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.
  4. πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ