Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἆρά ποτʼ αὖθις ἁ παλαιὰ Τροΐα
  2. τοὺς προπότας παναμερεύ-
  3. σει θιάσους ἐρώτων
  4. ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή-
  5. τοις ὑποδεξίαις ἁμίλ-
  6. λαις κατὰ πόντον Ἀτρειδᾶν
  7. Σπάρταν οἰχομένων
  8. Ἰλιάδος παρʼ ἀκτᾶς;
  9. ὦ φίλος, εἴθε μοι
  10. σᾷ χερὶ καὶ σῷ δορὶ πρά-
  11. ξας τάδʼ ἐς οἶκον ἔλθοις.
Χορός
  1. ἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦ
  2. Πηλεΐδα κατʼ ὄμμα πέλ-
  3. ταν δοχμίαν πεδαίρων
  4. σχιστὰν παρʼ ἄντυγα, πώλους ἐρεθί-
  5. ζων δίβολόν τʼ ἄκοντα πάλ-
  6. λων. σὲ γὰρ οὔτις ὑποστὰς
  7. Ἀργείας ποτʼ ἐν Ἥ-
  8. ρας δαπέδοις χορεύσει·
  9. ἀλλά νιν ἅδε γᾶ