Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὁ χρυσοτευχὴς δʼ οὕνεκʼ ἀγγέλου λόγων
  2. Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί.
Χορός
  1. Ἀδράστεια μὲν ἁ Διὸς
  2. παῖς εἴργοι στομάτων φθόνον·
  3. φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷ
  4. προσφιλές ἐστιν εἰπεῖν.
  5. ἥκεις, ὦ ποταμοῦ παῖ,
  6. ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰν
  7. ἀσπαστός, ἐπεί σε χρόνῳ
  8. Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ-
  9. ρος ποταμὸς πορεύει
Χορός
  1. Στρυμών, ὅς ποτε τᾶς μελῳ-
  2. δοῦ Μούσας διʼ ἀκηράτων
  3. δινηθεὶς ὑδροειδὴς κόλπων
  4. σὰν ἐφύτευσεν ἥβαν.
  5. σύ μοι Ζεὺς ὁ φαναῖος
  6. ἥκεις διφρεύων βαλιαῖσι πώλοις.
  7. νῦν, ὦ πατρὶς ὦ Φρυγία,
  8. ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριον
  9. Ζῆνα πάρεστιν εἰπεῖν.