Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὐκ ἔστι.
  1. τί σὺ γὰρ
  2. φυλακὰς προλιπὼν κινεῖς στρατιάν,
  3. εἰ μή τινʼ ἔχων νυκτηγορίαν;
  4. οὐκ οἶσθα δορὸς πέλας Ἀργείου
  5. νυχίαν ἡμᾶς
  6. κοίταν πανόπλους κατέχοντας;
Χορός
  1. — ὁπλίζου χέρα· συμμάχων,
  2. Ἕκτορ, βᾶθι πρὸς εὐνάς,
  3. ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.
  4. — πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,
  5. ἁρμόσατε ψαλίοις ἵππους.
  6. — τίς εἶσʼ ἐπὶ Πανθοΐδαν,
  7. ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
  8. — ποῦ σφαγίων ἔφοροι;
  9. — ποῦ δὲ γυμνήτων μόναρχοι
  10. τοξοφόροι τε Φρυγῶν;
  11. — ζεύγνυτε κερόδετα τόξα νευραῖς.
Ἕκτωρ
  1. τὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν,
  2. τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.