Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.
  2. ἀλλʼ οὐδὲν αὐτῶν δεόμεθʼ, οἵτινες πάλαι
  3. μὴ ξυμπονοῦσιν, ἡνίκʼ ἐξώστης Ἄρης
  4. ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.
  5. Ῥῆσος δʼ ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος·
  6. ἥκει γὰρ ἐς δαῖτʼ, οὐ παρὼν κυνηγέταις
  7. αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί.
Χορός
  1. ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις·
  2. δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.
Ἕκτωρ
  1. ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.
Χορός
  1. πέποιθας ἤδη πολεμίους ᾑρηκέναι;
Ἕκτωρ
  1. πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ.
Χορός
  1. ὅρα τὸ μέλλον· πόλλʼ ἀναστρέφει θεός.
Ἕκτωρ
  1. μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.
  2. ὃ δʼ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,
  3. ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων·
  4. χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.
Χορός
  1. ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.
Ἄγγελος
  1. φόβος γένοιτʼ ἂν πολεμίοις ὀφθεὶς μόνον.
Ἕκτωρ
  1. σύ τʼ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.