Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ πάντʼ ἀκούσας ὧν ἐφιέμην μαθεῖν,
  2. ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα
  3. ἑστῶτʼ ἐν ἵπποις Θρῃκίοις τʼ ὀχήμασι.
  4. χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον
  5. πώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων.
  6. πέλτη δʼ ἐπʼ ὤμων χρυσοκολλήτοις τύποις
  7. ἔλαμπε· Γοργὼν δʼ ὡς ἐπʼ αἰγίδος θεᾶς
  8. χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος
  9. πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.
  10. στρατοῦ δὲ πλῆθος οὐδʼ ἂν ἐν ψήφου λόγῳ
  11. θέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν,
  12. πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,
  13. πολλοὶ δʼ ἀτράκτων τοξόται, πολὺς δʼ ὄχλος
  14. γυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν.
  15. τοιόσδε Τροίᾳ σύμμαχος πάρεστʼ ἀνήρ,
  16. ὃν οὔτε φεύγων οὔθʼ ὑποσταθεὶς δορὶ
  17. ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.
Χορός
  1. ὅταν πολίταις εὐσταθῶσι δαίμονες,
  2. ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.
Ἕκτωρ
  1. πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ