Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀλλʼ εὖ σʼ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν
  2. πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.
  3. ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.
Δόλων
  1. σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως
  2. οἴσω κάρα σοι — σύμβολον δʼ ἔχων σαφὲς
  3. φήσεις Δόλωνα ναῦς ἐπʼ Ἀργείων μολεῖν —
  4. ἢ παῖδα Τυδέως· οὐδʼ ἀναιμάκτῳ χερὶ
  5. ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.
Χορός
  1. Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας
  2. ναὸν ἐμβατεύων
  3. Ἄπολλον, ὦ δία κεφαλά, μόλε τοξή-
  4. ρης, ἱκοῦ ἐννύχιος
  5. καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς
  6. ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις,
  7. ὦ παγκρατές, ὦ Τροΐας
  8. τείχη παλαιὰ δείμας.
Χορός
  1. μόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶς
  2. Ἑλλάδος διόπτας
  3. ἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας οἴ-
  4. κων πατρὸς Ἰλιάδας.