Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μακάριός γε μὴν κυρήσας ἔσῃ.
  2. πόνος ὅδʼ εὐκλεής·
  3. μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν.
  4. τὰ θεόθεν ἐπιδέτω Δίκα,
  5. τὰ δὲ παρʼ ἀνδράσιν τέλειά σοι φαίνεται.
Δόλων
  1. στείχοιμʼ ἄν· ἐλθὼν δʼ ἐς δόμους ἐφέστιος
  2. σκευῇ πρεπόντως σῶμʼ ἐμὸν καθάψομαι,
  3. κἀκεῖθεν ἥσω ναῦς ἐπʼ Ἀργείων πόδα.
Χορός
  1. ἐπεὶ τίνʼ ἄλλην ἀντὶ τῆσδʼ ἕξεις στολήν;
Δόλων
  1. πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι.
Χορός
  1. σοφοῦ παρʼ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν·
  2. λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;
Δόλων
  1. λύκειον ἀμφὶ νῶτʼ ἐνάψομαι δορὰν
  2. καὶ χάσμα θηρὸς ἀμφʼ ἐμῷ θήσω κάρᾳ,
  3. βάσιν τε χερσὶ προσθίαν καθαρμόσας
  4. καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι
  5. λύκου κέλευθον πολεμίοις δυσεύρετον,
  6. τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.
  7. ὅταν δʼ ἔρημον χῶρον ἐμβαίνω ποδί,
  8. δίβαμος εἶμι· τῇδε σύγκειται δόλος.