Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.
- τίνʼ οὖν Ἀχαιῶν ζῶντʼ ἀποινᾶσθαι θέλεις;
- καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις.
- καὶ μὴν λαφύρων γʼ αὐτὸς αἱρήσῃ παρών.
- θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.
- τί δῆτα μεῖζον τῶνδέ μʼ αἰτήσεις γέρας;
- ἵππους Ἀχιλλέως· χρὴ δʼ ἐπʼ ἀξίοις πονεῖν
- ψυχὴν προβάλλοντʼ ἐν κύβοισι δαίμονος.
- καὶ μὴν ἐρῶντί γʼ ἀντερᾷς ἵππων ἐμοί·
- ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες
- τὸν Πηλέως φέρουσι θούριον γόνον·
- δίδωσι δʼ αὐτοὺς πωλοδαμνήσας ἄναξ
- Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.
- ἀλλʼ οὔ σʼ ἐπάρας ψεύσομαι· δώσω δέ σοι,
- κάλλιστον οἴκοις κτῆμʼ, Ἀχιλλέως ὄχον.
- αἰνῶ· λαβὼν δʼ ἄν φημι κάλλιστον Φρυγῶν
- δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.
- σὲ δʼ οὐ φθονεῖν χρή· μυρίʼ ἔστιν ἄλλα σοι,
- ἐφʼ οἷσι τέρψῃ τῆσδʼ ἀριστεύων χθονός.
- μέγας ἀγών, μεγάλα δʼ ἐπινοεῖς ἑλεῖν·