Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Χορός
    1. — Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους.
    2. τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως,
    3. ἢ τευχοφόρων;
    4. — δέξαιτο νέων κληδόνα μύθων,
    5. οἳ τετράμοιρον νυκτὸς φυλακὴν
    6. πάσης στρατιᾶς προκάθηνται.
    7. — ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,
    8. λῦσον βλεφάρων γοργωπὸν ἕδραν,
    9. λεῖπε χαμεύνας φυλλοστρώτους,
    10. Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.
    Ἕκτωρ
    1. τίς ὅδʼ; ἦ φίλιος φθόγγος· τίς ἀνήρ;
    2. τί τὸ σῆμα; θρόει·
    3. τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας
    4. κοίτας πλάθουσʼ; ἐνέπειν χρή.
    Χορός
    1. φύλακες στρατιᾶς.
    Ἕκτωρ
    1. τί φέρῃ θορύβῳ;
    Χορός
    1. θάρσει.
    Ἕκτωρ
    1. θαρσῶ.
    2. μῶν τις λόχος ἐκ νυκτῶν;