Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ πάντʼ Ἀχαιῶν ἐκμαθὼν βουλεύματα
- ἥξω· ἐπὶ τούτοις τόνδʼ ὑφίσταμαι πόνον.
- ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις
- Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον
- νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.
- οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δʼ ἄξιον
- μισθὸν φέρεσθαι. παντὶ γὰρ προσκείμενον
- κέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν.
- ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω.
- τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.
- οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.
- σὺ δʼ ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.
- οὐδʼ ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.
- χρυσὸς πάρεστιν, εἰ τόδʼ αἰτήσεις γέρας.
- ἀλλʼ ἔστʼ ἐν οἴκοις· οὐ βίου σπανίζομεν.
- τί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος;
- ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.
- δώσω· σὺ δʼ αἴτει πλὴν στρατηλάτας νεῶν.
- κτεῖνʼ, οὔ σʼ ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.
- οὐ μὴν τὸν Ἰλέως παῖδά μʼ ἐξαιτῇ λαβεῖν;