Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πυρὰ κατʼ ἀντίπρῳρα ναυστάθμων δαίεται;
Ἕκτωρ
  1. νικᾶτʼ, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.
  2. στείχων δὲ κοίμα συμμάχους· τάχʼ ἂν στρατὸς
  3. κινοῖτʼ ἀκούσας νυκτέρους ἐκκλησίας.
  4. ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.
  5. κἂν μέν τινʼ ἐχθρῶν μηχανὴν πυθώμεθα,
  6. σὺ πάντʼ ἀκούσῃ καὶ παρὼν εἴσῃ λόγον·
  7. ἐὰν δʼ ἀπαίρωσʼ ἐς φυγὴν ὁρμώμενοι,
  8. σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,
  9. ὡς οὐ μενοῦντά μʼ· ἀλλὰ προσμείξω νεῶν
  10. ὁλκοῖσι νυκτὸς τῆσδʼ ἐπʼ Ἀργείων στρατῷ.
Αἰνείας
  1. πέμφʼ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς.
  2. σὺν σοὶ δʼ ἔμʼ ὄψῃ καρτεροῦνθʼ, ὅταν δέῃ.
Ἕκτωρ
  1. τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳ
  2. θέλει κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν;
  3. τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;
  4. τίς φησιν; οὔτοι πάντʼ ἐγὼ δυνήσομαι
  5. πόλει πατρῴᾳ συμμάχοις θʼ ὑπηρετεῖν.
Δόλων
  1. ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω
  2. ῥίψας κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν,