Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός;
- πῶς δʼ αὖ γεφύρας διαβαλοῦσʼ ἱππηλάται,
- ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;
- νικῶν δʼ ἔφεδρον παῖδʼ ἔχεις τὸν Πηλέως,
- ὅς σʼ οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,
- οὐδʼ ὧδʼ Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι.
- αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί.
- ἀλλὰ στρατὸν μὲν ἥσυχον παρʼ ἀσπίδας
- εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,
- κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ,
- πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν,
- στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ·
- εἰ δʼ ἐς δόλον τινʼ ἥδʼ ἄγει φρυκτωρία,
- μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου
- βουλευσόμεσθα· τήνδʼ ἔχω γνώμην, ἄναξ.
- τάδε δοκεῖ, τάδε μεταθέμενος νόει.
- σφαλερὰ δʼ οὐ φιλῶ στρατηγῶν κράτη.
- τί γὰρ ἄμεινον ἢ
- ταχυβάταν νεῶν κατόπταν μολεῖν
- πέλας ὅ τί ποτʼ ἄρα δαΐοις