Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἥξει, διʼ αἰδοῦς ὄμμʼ ἔχουσʼ ἐλεύθερον.
- εἰ δʼ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν,
- μενέτω κατʼ οἴκους· σεμνὰ γὰρ σεμνύνεται.
- ὅμως δʼ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών.
- σὺ μήτε σὴν παῖδʼ ἔξαγʼ ὄψιν εἰς ἐμήν,
- μήτʼ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι·
- στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν,
- λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.
- πάντως δέ μʼ ἱκετεύοντέ θʼ ἥξετʼ εἰς ἴσον,