Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οἴκτιρε δʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν·
- ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσʼ ἔχειν,
- κενὴν κατέσχον ἐλπίδʼ· εἶτά σοι τάχα
- ὄρνις γένοιτʼ ἂν τοῖσι μέλλουσιν γάμοις
- θανοῦσʼ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών.
- ἀλλʼ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη·
- σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.
- βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ;
- ἀπαρθένευτα μὲν τάδʼ· εἰ δέ σοι δοκεῖ,