Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- εἴ τʼ ἀνικέτευτος· εἷς ἐμοὶ γάρ ἐστʼ ἀγὼν
- μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν.
- ὡς ἕν γʼ ἀκούσασʼ ἴσθι, μὴ ψευδῶς μʼ ἐρεῖν·
- ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν,
- θάνοιμι· μὴ θάνοιμι δʼ, ἢν σῴσω κόρην.
- ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.
- ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμʼ ἔχῃ καλῶς.
- τί τοῦτʼ ἔλεξας; ὡς ἀκουστέον γέ σου.
- πειθώμεθʼ αὖτις πατέρα βέλτιον φρονεῖν.