Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.
  2. βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ;
  3. ἀπαρθένευτα μὲν τάδʼ· εἰ δέ σοι δοκεῖ,
  4. ἥξει, διʼ αἰδοῦς ὄμμʼ ἔχουσʼ ἐλεύθερον.
  5. εἰ δʼ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν,
  6. μενέτω κατʼ οἴκους· σεμνὰ γὰρ σεμνύνεται.
  7. ὅμως δʼ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών.
Ἀχιλλεύς
  1. σὺ μήτε σὴν παῖδʼ ἔξαγʼ ὄψιν εἰς ἐμήν,
  2. μήτʼ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι·
  3. στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν,
  4. λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.
  5. πάντως δέ μʼ ἱκετεύοντέ θʼ ἥξετʼ εἰς ἴσον,
  6. εἴ τʼ ἀνικέτευτος· εἷς ἐμοὶ γάρ ἐστʼ ἀγὼν
  7. μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν.
  8. ὡς ἕν γʼ ἀκούσασʼ ἴσθι, μὴ ψευδῶς μʼ ἐρεῖν·
  9. ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν,
  10. θάνοιμι· μὴ θάνοιμι δʼ, ἢν σῴσω κόρην.
Κλυταιμήστρα
  1. ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.
Ἀχιλλεύς
  1. ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμʼ ἔχῃ καλῶς.
Κλυταιμήστρα
  1. τί τοῦτʼ ἔλεξας; ὡς ἀκουστέον γέ σου.