Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. εἴ τίς με τὴν σὴν θυγατέρʼ ἐξαιρήσεται.
  2. ἀλλʼ ἡσύχαζε· θεὸς ἐγὼ πέφηνά σοι
  3. μέγιστος, οὐκ ὤν· ἀλλʼ ὅμως γενήσομαι.
Χορός
  1. ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τʼ ἄξια
  2. καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ.
Κλυταιμήστρα
  1. φεῦ·
  2. πῶς ἄν σʼ ἐπαινέσαιμι μὴ λίαν λόγοις,
  3. μηδʼ ἐνδεὴς τοῦδʼ ἀπολέσαιμι τὴν χάριν;
  4. αἰνούμενοι γὰρ οἱ ἀγαθοὶ τρόπον τινὰ
  5. μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσʼ ἄγαν.
  6. αἰσχύνομαι δὲ παραφέρουσʼ οἰκτροὺς λόγους,
  7. ἰδίᾳ νοσοῦσα· σὺ δʼ ἄνοσος κακῶν ἐμῶν.
  8. ἀλλʼ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖ
  9. ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν.
  10. οἴκτιρε δʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν·
  11. ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσʼ ἔχειν,
  12. κενὴν κατέσχον ἐλπίδʼ· εἶτά σοι τάχα
  13. ὄρνις γένοιτʼ ἂν τοῖσι μέλλουσιν γάμοις
  14. θανοῦσʼ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών.
  15. ἀλλʼ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη·